Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.364 Joseph. AJ 7.369 (English) >>Joseph. AJ 7.373

7.367ἐποίησε δὲ καὶ τῆς Ληουίτιδος φυλῆς εἴκοσι μέρη καὶ τέσσαρα καὶ κληρωσαμένων κατὰ τὸν αὐτὸν ἀνέβησαν τρόπον ταῖς τῶν ἱερέων ἐφημερίσιν ἐπὶ ἡμέρας ὀκτώ. τοὺς δʼ ἀπογόνους τοὺς Μωυσέος ἐτίμησεν· ἐποίησε γὰρ αὐτοὺς φύλακας τῶν θησαυρῶν τοῦ θεοῦ καὶ τῶν ἀναθημάτων, συνέβη τοὺς βασιλεῖς ἀναθεῖναι· διέταξε δὲ πᾶσι τοῖς ἐκ τῆς Ληουίτιδος φυλῆς καὶ τοῖς ἱερεῦσι δουλεύειν κατὰ νύκτα καὶ ἡμέραν τῷ θεῷ, καθὼς αὐτοῖς ἐπέστειλε Μωυσῆς. 7.368

Μετὰ ταῦτα διεμέρισε τὴν στρατιὰν εἰς δώδεκα μοίρας σὺν ἡγεμόσι καὶ ἑκατοντάρχοις καὶ ταξιάρχαις. εἶχεν δʼ ἑκάστη τῶν μοιρῶν δισμυρίους καὶ τετρακισχιλίους, ὧν ἐκέλευσε προσεδρεύειν κατὰ τριάκονθʼ ἡμέρας ἀπὸ τῆς πρώτης ἕως τῆς ὑστάτης Σολόμωνι τῷ βασιλεῖ σὺν τοῖς χιλιάρχοις καὶ ἑκατοντάρχοις. 7.369κατέστησε δὲ καὶ ἄρχοντα ἑκάστης μοίρας ὃν ἀγαθὸν ᾔδει καὶ δίκαιον, ἐπιτρόπους τε τῶν θησαυρῶν καὶ κωμῶν καὶ ἀγρῶν ἄλλους καὶ κτηνῶν, ὧν οὐκ ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων. 7.370

Ὡς δʼ ἕκαστα τούτων κατὰ τὸν προειρημένον διέταξε τρόπον, εἰς ἐκκλησίαν συγκαλέσας τοὺς ἄρχοντας τῶν Ἑβραίων καὶ τοὺς φυλάρχους καὶ τοὺς ἡγεμόνας τῶν διαιρέσεων καὶ τοὺς ἐπὶ πάσης πράξεως κτήσεως τοῦ βασιλέως τεταγμένους, στὰς ἐφʼ ὑψηλοτάτου βήματος βασιλεὺς ἔλεξε πρὸς τὸ πλῆθος·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.364 Joseph. AJ 7.369 (English) >>Joseph. AJ 7.373

Powered by PhiloLogic